Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.17 Dem. 16.21 (English) >>Dem. 16.24

16.19ἀλλὰ μὴν γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν μὲν ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτʼ ἐφʼ ὑμᾶς προτέρους ἦλθον Θηβαίους, ἀπεστέρησαν. 16.20ἀλλʼ, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους συμμάχους. ἐγὼ δʼ οἶδα, ὅσʼ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμʼ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων. 16.21πολὺ δὴ κάλλιον καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλαβεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ʼπιτρέψαι, νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ προσέτʼ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν. 16.22οὐ γὰρ ἔγωγʼ ἀδεὲς τοῦθʼ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους. ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους, ἀλλʼ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δʼ, ὅτʼ ἐκείνην εἶχον, ὠρέγοντο, ταῦθʼ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ʼγὼ φοβοῖσθʼ ἂν εἰκότως.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.17 Dem. 16.21 (English) >>Dem. 16.24

Powered by PhiloLogic